Τό Εὐαγγέλιο τῆς Κυριακῆς 13 Νοεμβρίου 2016 – Η´ Λουκά
(Λουκ. ι´ 25-37)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ῾Ο δὲ εἶπε πρὸς αὐτόν· ᾿Εν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· «᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου», καὶ «τὸν πλησίον σου ὡς ἑαυτόν». Εἶπε δὲ αὐτῷ· ᾿Ορθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ῾Ο δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· Καὶ τίς ἐστί μου πλησίον; ῾Υπολαβὼν δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ῎Ανθρωπός τις κατέβαινεν ἀπὸ ῾Ιερουσαλὴμ εἰς ῾Ιεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπα-ρῆλθεν. ῾Ομοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ᾿Επιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ῾Ο δὲ εἶπεν· ῾Ο ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ ᾿Ιησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Ἀπόδοση σέ ἁπλή γλώσσα
Ἐκεῖνο τὸν καιρό, κάποιος νομοδιδάσκαλος πλησίασε τὸν ᾿Ιησοῦ, καὶ γιὰ νὰ τὸν φέρει σὲ δύσκολη θέση τοῦ εἶπε· «Διδάσκαλε, τί πρέπει νὰ κάνω γιὰ νὰ κερδίσω τὴν αἰώνια ζωή;» ῾Ο ᾿Ιησοῦς τὸν ρώτησε· «῾Ο νόμος τί γράφει;» ᾿Εκεῖνος ἀπάντησε· Ν’ ἀγαπᾶς τὸν Κύριο τὸν Θεό σου μ’ ὅλη τὴν καρδιά σου καὶ μ’ ὅλη τὴν ψυχή σου, μ’ ὅλη τὴ δύναμή σου καὶ μ’ ὅλο τὸν νοῦ σου· καὶ τὸν πλησίον σου ὅπως τὸν ἑαυτό σου.«Πολὺ σωστὰ ἀπάντησες», τοῦ εἶπε ὁ ᾿Ιησοῦς· «αὐτὸ κάνε καὶ θὰ ζήσεις». ᾿Εκεῖνος ὅμως, θέλοντας νὰ δικαιολογήσει τὸν ἑαυτό του, εἶπε στὸν ᾿Ιησοῦ· «Καὶ ποιὸς εἶναι ὁ πλησίον μου;» Πῆρε τότε ἀφορμὴ ὁ ᾿Ιησοῦς καὶ εἶπε· «Κάποιος ἄνθρωπος, κατεβαίνοντας ἀπὸ τὰ ῾Ιεροσόλυμα γιὰ τὴν ῾Ιεριχώ, ἔπεσε πάνω σὲ ληστές. Αὐτοὶ τὸν ξεγύμνωσαν, τὸν τραυμάτισαν καὶ ἔφυγαν παρατώντας τον μισοπεθαμένο. ᾿Απὸ κεῖνο τὸν δρόμο ἔτυχε νὰ κατεβαίνει καὶ κάποιος ἱερέας, ὁ ὁποῖος τὸν εἶδε, ἀλλὰ τὸν προσπέρασε χωρὶς νὰ τοῦ δώσει σημασία. Τὸ ἴδιο καὶ κάποιος λευΐτης, ποὺ περνοῦσε ἀπὸ κεῖνο τὸ μέρος· παρ’ ὅλο ποὺ τὸν εἶδε κι αὐτός, τὸν προσπέρασε χωρὶς νὰ τοῦ δώσει σημασία. Κάποιος ὅμως Σαμαρείτης ποὺ ταξίδευε, ἦρθε πρὸς τὸ μέρος του, τὸν εἶδε καὶ τὸν σπλαχνίστηκε. Πῆγε κοντά του, ἄλειψε τὶς πληγές του μὲ λάδι καὶ κρασὶ καὶ τὶς ἔδεσε καλά. Μάλιστα τὸν ἀνέβασε στὸ δικό του τὸ ζῶο, τὸν ὁδήγησε στὸ πανδοχεῖο καὶ φρόντισε γι’ αὐτόν. Τὴν ἄλλη μέρα φεύγοντας ἔβγαλε κι ἔδωσε στὸν πανδοχέα δύο δηνάρια καὶ τοῦ εἶπε· “φρόντισέ τον, κι ὅ,τι παραπάνω ξοδέψεις, ἐγὼ ὅταν ξαναπεράσω θὰ σὲ πληρώσω”. Ποιὸς λοιπὸν ἀπ’ αὐτοὺς τοὺς τρεῖς κατὰ τὴ γνώμη σου ἀποδείχτηκε “πλησίον” ἐκείνου ποὺ ἔπεσε στοὺς ληστές;» ῾Ο νομοδιδάσκαλος ἀπάντησε· «᾿Εκεῖνος ποὺ τὸν σπλαχνίστηκε». Τότε ὁ ᾿Ιησοῦς τοῦ εἶπε· «Πήγαινε, καὶ νὰ κάνεις κι ἐσὺ τὸ ἴδιο».