Το Ευαγγέλιο της Κυριακής 29 Ιανουαρίου 2017 – ΙΖ´ Ματθαίου (Χαναναίας)
(Ματθ. ιε´ 21-28)
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ᾿Ελέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ῾Ο δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ᾿Απόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. ῾Η δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ῾Η δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτῇ· ῏Ω γύναι, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Ἀπόδοση σέ ἁπλή γλώσσα
Ἐκεῖνο τὸν καιρό, ἔφυγε ὁ ᾿Ιησοῦς γιὰ τὴν περιοχὴ τῆς Τύρου καὶ τῆς Σιδώνας. Τότε μιὰ γυναίκα Χαναναία βγῆκε ἔξω ἀπὸ τὰ ὅρια τῆς περιοχῆς ἐκείνης καὶ τοῦ φώναζε δυνατά· «᾿Ελέησέ με, Κύριε, Υἱὲ τοῦ Δαβίδ. ῾Η θυγατέρα μου βασανίζεται ἀπὸ δαιμόνιο». Αὐτὸς δὲν τῆς ἀπαντοῦσε λέξη. Τὸν πλησίασαν τότε οἱ μαθητές του καὶ τὸν παρακαλοῦσαν· «Διῶξε την, γιατὶ μᾶς ἀκολουθεῖ καὶ φωνάζει». ῾Ο ᾿Ιησοῦς εἶπε· «῎Εχω ἀποσταλεῖ μόνο γιὰ τοὺς πλανεμένους ᾿Ισραηλίτες». ᾿Εκείνη ὅμως ἦρθε καὶ τὸν προσκύνησε λέγοντας· «Κύριε, βοήθησέ με». Αὐτὸς τῆς ἀποκρίθηκε· «Δὲν εἶναι σωστὸ νὰ πάρει κανεὶς τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ πετάξει στὰ σκυλιά». «Ναί, Κύριε», εἶπε ἐκείνη, «ἀλλὰ καὶ τὰ σκυλιὰ τρῶνε ἀπὸ τὰ ψίχουλα ποὺ πέφτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων τους». Τότε ὁ ᾿Ιησοῦς τῆς ἀπάντησε· «Μεγάλη εἶναι ἡ πίστη σου, γυναίκα! ῍Ας γίνει ὅπως τὸ θέλεις». Κι ἀπὸ κείνη τὴν ὥρα γιατρεύτηκε ἡ θυγατέρα της.